Δευτέρα 26 Δεκεμβρίου 2016

ΒΡΑΔΙΝΗ ΠΡΟΣΕΥΧΗ



ΒΡΑΔΙΝΗ ΠΡΟΣΕΥΧΗ

Η προσευχή που ακολουθεί είναι για ενήλικους και χωρίζεται σε τρία μέρη αν δεν έχουμε το χρόνο να τα διαβάσουμε και τα τρία μπορούμε να διαβάσουμε μόνο το πρώτο και να υποβάλουμε τα αιτήματα μας ή τα πρώτα δύο μέρη, πάντως καλό είναι να ξεκινήσουμε με το πρώτο μέρος μόνο και αν δούμε ότι μπορούμε άνετα να το κάνουμε αυτό μόλις σηκωθούμε το πρωί τότε συνεχίζουμε και με τα υπόλοιπα


ΜΕΡΟΣ Α΄

Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
ελεησόν με τον αμαρτωλό.
(12 ή 3 φορές κάνοντας το Σταυρό μας σε κάθε στίχο)

Εἰς τό όνομα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος. Ἀμήν.
Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός Σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ότι σού ἐστίν η βασιλεία και η δύναμης και η δόξα, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νῦν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι·

Την ημέραν παρελθών, δοξολογώ σε, Δέσποτα. Την εσπέραν αιτούμαι, συν τη νυκτί ἀσκανδάλιστον, παράσχου μοι, Σωτήρ, και σῶσόν με.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Την ημέραν διαβάς, υμνολογώ σε, Άγιε. Την εσπέραν, αιτούμαι, συν τη νυκτὶ ανεπίβουλον, παράσχου μοι, Σωτήρ, και σῶσόν με.
Παναγία Δέσποινα Θεοτόκε, πρέσβευε υπέρ ημών των αμαρτωλών
Πᾶσαι αἱ οὐράνιαι Δυνάμεις των αγίων Αγγέλων καί Αρχαγγέλων, πρεσβεύσατε υπέρ ημών των αμαρτωλών

Άγιε Ιωάννη, Προφῆτα και Πρόδρομε, και Βαπτιστά του Κυρίου ημών Ιησού Χριστού, πρέσβευε υπέρ ημών των αμαρτωλών.
Άγιοι ένδοξοι Απόστολοι, Προφῆται, και Μάρτυρες και πάντες Άγιοι, πρεσβεύσατε υπέρ ημών των αμαρτωλών. 

Όσιοι, θεοφόροι Πατέρες ημών, Ποιμένες, και Διδάσκαλοι τής οικουμένης, πρεσβεύσατε υπέρ ημών των αμαρτωλών

Η αήττητος, και ακατάλυτος, και θεία δύναμις του τιμίου και ζωοποιοῦ Σταυρού, μη ἐγκαταλίπης ημάς τους αμαρτωλούς
Ο Θεός, ιλάσθητι ἡμῖν τοις ἁμαρτωλοῖς και ελέησον ἡμᾶς.

Φώτισον τους οφθαλμούς μου, Χριστέ ο Θεός, μήποτε υπνώσω εις θάνατον, μήποτε εἴπη ο εχθρός μου, ίσχυσα προς αυτόν.

Κύριε, ἐλέησον (12 φορές)

Κύριε ο Θεός ημών, ει τι ήμαρτον εν τη ημέρα ταύτῃ, λόγω, έργω και διανοίᾳ, πάντα μοι ως αγαθός και φιλάνθρωπος συγχώρησον. Ὕπνον εἰρηνικόν και ἀτάραχον δώρησαι μοι και ρυσαί με από πάσης ἐπηρείας και επιβουλής του πονηρού. Διανάστησον δε με εν καιρώ εὐθέτῳ προς Σὴν δοξολογίαν, ότι ευλογητός ει συν τω μονογενεῖ Σου Υἱῷ και τω παναγίῳ Σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.




(ΕΥΧΗ Γ΄ του Λυχνικού)
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , Αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις Σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(Ψαλμός Γ' 3)
Κύριε, τί επληθύνθησαν οι θλίβοντες με; πολλοί επανίστανται επ΄ εμέ. Πολλοί λέγουσι τη ψυχή μου• ουκ έστι σωτηρία αυτώ εν τω Θεώ αυτού. Συ δε, Κύριε, αντιλήπτωρ μου εί, δόξα μου και υψών την κεφαλήν μου. Φωνή μου προς Κύριον εκέκραξα και επήκουσε μου εξ όρους αγίου αυτού. Εγώ εκοιμήθην και ύπνωσα• εξηγέρθην, ότι Κύριος αντιλήψεται μου. Ού φοβηθήσομαι από μυριάδων λαού των κύκλω συνεπιτιθεμένων μοι. Ανάστα, Κύριε, σώσον με ο Θεός μου• ότι συ επάταξας πάντας τους εχθραίνοντας μοι ματαίως, οδόντας αμαρτωλών συνέτριψας. Του Κυρίου η σωτηρία και επί τον λαόν σου η ευλογία σου.

(Ψαλμός ΣΤ' 6)
Κύριε, μη τω θυμώ σου ελέγξης με, μηδέ τη οργή σου παιδεύσης με. Ελέησον με, Κύριε, ότι ασθενής ειμί• ίασαι με, Κύριε, ότι εταράχθη τα οστά μου και η ψυχή μου εταράχθη σφόδρα• και συ, Κύριε, έως πότε; Επίστρεψον, Κύριε, ρύσαι την ψυχήν μου• σώσον με• ένεκεν του ελέους σου. Ότι ουκ έστιν εν τω θανάτω ο μνημονεύων σου• εν δε τω ΄Αδη τίς εξομολογήσεται σοι; Εκοπίασα εν τω στεναγμώ μου, λούσω καθ΄ εκάστην νύκτα την κλίνην μου, εν δάκρυσι μου την στρωμνήν μου βρέξω. Εταράχθη από θυμού ο οφθαλμός μου, επαλαιώθην εν πάσι τοις εχθροίς μου. Απόστητε απ΄ εμού πάντες οι εργαζόμενοι την ανομίαν, ότι εισήκουσε Κύριος της φωνής του κλαυθμού μου. Ήκουσε Κύριος της δεήσεως μου, Κύριος την προσευχήν μου προσεδέξατο. Αισχυνθείησαν και ταραχθείησαν σφόδρα πάντες οι εχθροί μου, αποστραφείησαν και καταισχυνθείησαν σφόδρα δια τάχους.

(Ψαλμός ΡΜ' 140)
Κύριε, εκέκραξα προς σε, εισάκουσον μου• πρόσχες τη φωνή της δεήσεως μου, εν τω κεκραγέναι με προς σε. Κατευθυνθήτω η προσευχή μου ως θυμίαμα ενώπιον σου, έπαρσις των χειρών μου θυσία εσπερινή. Θού, Κύριε, φυλακήν τω στόματι μου και θύραν περιοχής περί τα χείλη μου. Μη εκκλίνης την καρδίαν μου εις λόγους πονηρίας, του προφασίζεσθαι προφάσεις εν αμαρτίαις. Συν ανθρώποις εργαζομένοις την ανομίαν και ου μη συνδυάσω μετά των εκλεκτών αυτών. Παιδεύσει με δίκαιος εν ελέει και ελέγξει με• έλαιον δε αμαρτωλού μη λιπανάτω την κεφαλήν μου. Ότι έτι και η προσευχή μου εν ταις ευδοκίαις αυτών• κατεπόθησαν εχόμενα πέτρας οι κριταί αυτών. Ακούσονται τα ρήματα μου ότι ηδύνθησαν• ωσεί πάχος γης ερράγη επί της γης, διεσκορπίσθη τα οστά αυτών παρά τον άδην. Ότι προς σε, Κύριε, Κύριε, οι οφθαλμοί μου• επί σοι ήλπισα, μη αντανέλης την ψυχήν μου. Φύλαξον με από παγίδος, ής συνεστήσαντο μοι και από σκανδάλων των εργαζομένων την ανομίαν. Πεσούνται εν αμφιβλήστρω αυτών οι αμαρτωλοί κατά μόνας ειμί εγώ, έως αν παρέλθω.

(Στιχηρά Αναστάσιμα. Ήχος α΄) 
Τας εσπερινάς ημών ευχάς πρόσδεξαι, Άγιε Κύριε, και παράσχου ημίν άφεσιν αμαρτιών, ότι μόνος ει ο δείξας εν κόσμω την Ανάστασιν.
Τον σαρκί εκουσίως σταυρωθέντα δι’ ημάς, παθόντα και ταφέντα και αναστάντα εκ νεκρών, υμνήσωμεν λέγοντες∙ στήριξον ορθοδοξία την Εκκλησίαν Σου, Χριστέ, και ειρήνευσον την ζωήν ημών ως αγαθός και φιλάνθρωπος.

(Θεοτόκιον. Ηχος πλ. β΄) 
Τις μη μακαρίσει σε, Παναγία Παρθένε; Τις μη ανυμνήσει σου τον αλόχευτον τόκον;
Ο γαρ ἀχρόνως εκ Πατρός ἐκλάμψας Υιός μονογενής, ο Αυτός εκ σου της Αγνής προῆλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, και φύσει γενόμενος άνθρωπος δι’ ημάς. Ουκ εις δυάδα προσώπων τεμνόμενος, ἀλλ’ εν δυάδι φύσεων ασυγχύτως γνωριζόμενος. Αυτόν ικέτευε, σεμνή Παμμακάριστε, ἐλεηθῆναι τας ψυχάς ημών.

Καταξίωσον, Κύριε, εν τη εσπέρα ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Ευλογητός ει, Κύριε ο Θεός των πατέρων ημών, και αἰνετόν και δεδοξασμένον το ὄνομα Σου, εις τους αιώνας. Αμήν. Γένοιτο, Κύριε, το έλεος Σου εφ’ ημάς, καθάπερ ἠλπίσαμεν επί Σε. Ευλογητός ει, Κύριε, δίδαξόν με τα δικαιώματά Σου. Ευλογητός ει, Δέσποτα, συνέτισόν με τα δικαιώματα Σου. Ευλογητός ει, Άγιε, φώτισον με τοις δικαιώμασί Σου. Κύριε, το ἔλεός Σου εις τον αιώνα, τα έργα των χειρών Σου μη παρίδης. Σοι πρέπει αίνος, Σοι πρέπει ύμνος, Σοι δόξα πρέπει, τω Πατρί και τω Υἱῷ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον (3 φορές).
Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
        Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν,
                ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΜΕΡΟΣ Β΄

(Ψαλμός ΞΘ' 69)
Ο Θεός, εις την βοήθειαν μου πρόσχες• Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου• αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοι μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντες μοι Εύγε, εύγε! Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντες σε, ο Θεός και λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριον σου. Εγώ δε πτωχός ειμί και πένης• ο Θεός, βοήθησον μοι• βοηθός μου και ρύστης μου ει συ, Κύριε• μη χρονίσης.

 (Ψαλμός ΡΜΒ' 142)
Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησιν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου• και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιον σου πας ζων. ΄Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου• εταπείνωσεν εις γην την ζωήν μου, εκάθισε με εν σκοτεινοίς ως νεκρούς αιώνος• και ηκηδίασεν επ΄ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου• η ψυχή μου ως γη άνυδρος σοι. Ταχύ εισάκουσον μου, Κύριε• εξέλιπε το πνεύμα μου. Μή αποστρέψης το πρόσωπον σου απ΄ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοι το πρωί το έλεος σου, ότι επί σοι ήλπισα• Γνώρισον μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε• προς σε κατέφυγον• δίδαξον με του ποιείν το θέλημα σου, ότι συ εί ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία• ένεκεν του ονόματος σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου• και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου είμι.

(ΤΟ ΣΥΜΒΟΛΟ ΤΗΣ ΠΙΣΤΕΩΣ)
Α)Πιστεύω εις ένα Θεόν, Πατέρα, παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων .
Β)Και εις ένα Κύριον Ιησούν Χριστόν, τον Υιόν τον Θεού τον μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων . Φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού, γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι” ου τα πάντα εγένετο .
Γ)Τον δι” ημάς τους ανθρώπους και δια την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών
και σαρκωθέντα εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα .
Δ)Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου και παθόντα και ταφέντα .
Ε)Και αναστάντα τη τρίτη ημέρα, κατά τας Γραφάς .
ΣΤ)Και ανελθόντα εις τους ουρανούς και καθεζόμενον εκ δεξιών του Πατρός .
Ζ)Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, ου της βασιλείας ουκ έσται τέλος .
Η)Και εις το Πνεύμα το Άγιον, το κύριον, το ζωοποιόν, το εκ του Πατρός εκπορευόμενον,
το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν δια των προφητών .
Θ)Εις μίαν, αγίαν, καθολικήν και άποστολικήν Εκκλησίαν .
Ι)Ομολογώ εν βάπτισμα εις άφεσιν αμαρτιών .
ΙΑ)Προσδοκώ ανάστασιν νεκρών .
ΙΒ)Και ζωήν του μέλλοντος αιώνος .Αμήν .

(Ευχή του Αγίου Μαρδαρίου)
Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, και Άγιον Πνεύμα∙ μια Θεότης, μια Δύναμις, ελεησόν με τον ἁμαρτωλόν, και οἷς επίστασαι κρίμασι, σῶσον με τον ἀνάξιον δοῦλον Σου, ότι ευλογητός εἶ εις τους αιώνας των αιώνων. Αμήν.

Κύριε, ἐλέησον (12 φορές)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον (3 φορές).
Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ

Διεὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΜΕΡΟΣ Γ΄

Ο Θεός των πατέρων ημών, ο ποιών αεί μεθ’ ημών, κατά την Σην ἐπιείκειαν, μη αποστήσης το έλεος Σου ἀφ’ ημών, αλλά ταῖς αυτών ἱκεσίαις εν ειρήνη κυβέρνησον την ζωήν ημών.

Κύριε, ἐλέησον (3 φορές)

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός Σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ότι σού ἐστίν η βασιλεία και η δύναμης και η δόξα, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νῦν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ο Θεός οικτιρήσαι ἡμᾶς και ευλόγησαι ἡμᾶς, επιφάναι το πρόσωπον Αυτού ἐφ' ἡμᾶς και ελέησαι ἡμᾶς.

Κύριε, ἐλέησον (3 φορές)

Και σῶσον ἡμᾶς , Παναγία Παρθένε.

(Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.)
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ Σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖςοὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια· ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς Σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην Σοι δέησιν· καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν
Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς Αὐτοῦ ἀγαθότητος, καὶ παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν Αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, διά τῆς Σῆς μεσιτείας καὶ ἀντιλήψεως· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.)
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν, καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς Σου καὶ τὴν μνήμην τῶν Σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν Σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Υπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι, ἵνα σώσῃ διά Σοῦ τὰς ψυχὰς ἡμῶν.
Η ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον· Τριὰς Ἁγία, δόξα Σοι.
 Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Επὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε Ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη καὶ παιδίον γέγονεν ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ Σὴν μήτραν θρόνον ἐποίησε καὶ τὴν Σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα Σοι.

(Εὐχὴ εἰς τὸν φύλακα Ἄγγελον.)
Αγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς μὲ τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος. Κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, Ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἐν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ Αὐτοῦ, καὶ ἄξιον ἀναδείξαι με δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος. Ἀμήν.

(Τροπάρια)
Ελέησον ἡμᾶς, Κύριε, ελέησον ἡμᾶς∙ πάσης γαρ απολογίας απορούντες, ταύτην Σοι την ἱκεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι·

Κύριε, ἐλέησον ἡμᾶς∙ επί Σοι γαρ πεποίθαμεν. Μη οργισθής ἡμῖν σφόδρα, μηδέ μνησθῆς των ανομιών ἡμῶν, ἀλλ’ ἐπίβλεψον και νυν ως εύσπλαχνος, και λύτρωσαι ἡμᾶς εκ των εχθρών ημών. Συ γαρ ει Θεός ημών και ἡμεῖς λαός Σου, πάντες έργα χειρών Σου, και το ὄνομα Σου ἐπικεκλήμεθα.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(Θεοτόκιον)
Της ευσπλαχνίας την πύλην ἄνοιξον ἡμῖν, ευλογημένη Θεοτόκε. Ἐλπίζοντες εις Σε, μη ἀστοχήσωμεν, ρυσθείημεν δια σού των περιστάσεων∙ συ γαρ ει η σωτηρία του γένους των Χριστιανών.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον (3 φορές).

Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ


(εδώ υποβάλουμε τα αιτήματα μας  προς τον Θεό είτε με την παρακάτω μορφή είτε με την προσθήκη μιας μικρής προσευχής ειδικής ανάλογα με αυτό που θέλουμε να ζητήσουμε από το ψαλτήριο και στο τέλος του ψαλμού υποβάλουμε το αίτημα μας, επίσης αντί κάποιου ψαλμού μπορεί να χρησιμοποιήσουμε κάποια προσευχή υπέρ υγείας ή άλλου ειδικού σκοπού και πάλι στο τέλος της προσευχής να θέσουμε το αίτημα μας, επίσης αν δεν θέλουμε να ζητήσουμε κάτι για εμάς μπορούμε να βάλουμε μια μικρή προσευχή για κάποιον που αγαπάμε και χρειάζεται βοήθεια από τον Θεό )

Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με τον αμαρτωλό και διαφύλαξέ με από όλους τους εχθρούς και όλους τους κινδύνους
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με την αμαρτωλή και διαφύλαξέ με από όλους τους εχθρούς και όλους τους κινδύνους
Ή
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με τον αμαρτωλό και αξίωσε με να διαφύγω σώος και αρτιμελής  από όλους τους εχθρούς και όλους τους κινδύνους
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με την αμαρτωλή και αξίωσε με να διαφύγω σώα και αρτιμελής  από όλους τους εχθρούς και όλους τους κινδύνους


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
       Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν,
              ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου