Δευτέρα 26 Δεκεμβρίου 2016

ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ

ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ


Η προσευχή που ακολουθεί είναι για ενήλικους και χωρίζεται σε τρία μέρη αν δεν έχουμε το χρόνο να τα διαβάσουμε και τα τρία μπορούμε να διαβάσουμε μόνο το πρώτο και να υποβάλουμε τα αιτήματα μας ή τα πρώτα δύο μέρη, πάντως καλό είναι να ξεκινήσουμε με το πρώτο μέρος μόνο και αν δούμε ότι μπορούμε άνετα να το κάνουμε αυτό μόλις σηκωθούμε το πρωί τότε συνεχίζουμε και με τα υπόλοιπα



(ΜΕΡΟΣ Α΄)


Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
ελεησόν με τον αμαρτωλό.    (12 ή 3 φορές κάνοντας το Σταυρό μας σε κάθε στίχο)

ΕΙς τό όνομα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος. Άμήν.
Δόξα Σοι, ό Θεός ήμών, δόξα Σοι.

Βασιλεύ ουράνιε, Παράκλητε, το πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς απο πάσης κηλίδος· και σώσον Αγαθέ τας ψυχάς ημών.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία τριάς, ελέησον ημάς.Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τας ανομίας ημίν. Άγιε, επίσκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματος σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω το όνομα Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω το θέλημα Σου ως εν ουρανό και επι της γής.Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλα ρύσαι ημάς απο του πονηρού.

Ότι σού εστιν η βασιλεία και η δύναμης και η δόξα, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Εξεγερθέντες του ύπνου προσπίπτομεν Σοι, Αγαθέ, και των Αγγέλων τον ύμνον βοώμεν Σοί. Δυνατέ, Άγιος, Άγιος, Άγιος εί ο Θεός, δια της Θεοτόκου ελέησον ημάς.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Της κλίνης και του ύπνου εξεγείρας με Κύριε, τον νούν μου φώτισον, και την καρδίαν και τα χείλη μου άνοιξον, εις το υμνείν Σε, Αγία Τριάς, Άγιος, Άγιος, Άγιος εί ο Θεός, διά της Θεοτόκου ελέησον ημάς.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Αθρόον ο Κριτής επελεύσεται, και εκάστου αι πράξεις γυμνοθήσονται, αλλά φόβω κράξωμεν εν τω μέσω της νυκτός, Άγιος, Άγιος, Άγιος εί ο Θεός, διά της Θεοτόκου ελέησον ημάς.

Κύριε ελέησον (12 φορές)

(Ευχή Α΄)
Εκ του ύπνου εξανιστάμενος, ευχαριστώ Σοι, Αγία Τριάς, ότι δια την πολλήν Σου αγαθότητα και μακροθυμίαν ούκ οργίσθης εμοί τω ραθύμω και αμαρτωλώ, ουδέ συναπόλεσας με ταις ανομίαις μου, αλλ' εφιλανθρωπεύσω συνήθως και προς απόγνωσιν κείμενον ήγειρας με, εις το ορθρίσαι και δοξολογήσαι το κράτος Σου. Και νύν φώτισον μου τα όμματα της διανοίας, άνοιξον μου το στόμα, του μελετάν τα λόγια Σου, και συνιέναι τας εντολάς Σου και ποιείν το θέλημα Σου, και ψάλλειν Σοι εν εξομολογήσει καρδίας, και ανυμνείν το πανάγιον όνομα Σου, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νύν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

(Ευχή Β΄)
Καταξίωσον, Κύριε, εν τη ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς. Ευλογητός ει, Kύριε ο Θεός των πατέρων ημών, και αινετόν και δεδοξασμένον το όνομά σου εις τους αιώνας. Αμήν. Γένοιτο, Κύριε, το έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σε. Ευλογητός ει, Κύριε, δίδαξόν με τα δικαιώματά σου. Ευλογητός ει, Δέσποτα, συνέτισόν με τα δικαιώματά σου. Ευλογητός ει, Άγιε, φώτισόν με τοις δικαιώμασί σου. Κύριε, το έλεος σου εις τον αιώνα• τα έργα των χειρών σου μη παρίδης. Σοι πρέπει αίνος, σοι πρέπει ύμνος, σοι δόξα πρέπει, τω Πατρί και τω Υιώ και τω αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

(Επικλήσεις)
Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τήν ήμέραν πάσαν τελείαν, άγίαν, είρηνικήν καί άναμάρτητον, παράσχου Κύριε.

‘Αγγελον είρήνης, πιστόν όδηγόν, φύλακα τών ψυχών καί τών σωμάτων ήμών, παράσχου Κύριε.

Συγγνώμην καί άφεσιν τών άμαρτιών καί τών πλημμελημάτων ήμών, παράσχου Κύριε.

Τά καλά καί συμφέροντα ταϊς ψυχαϊς ήμών καί ειρήνην τω κόσμω, παράσχου Κύριε.

Τόν ύπόλοιπον χρόνον τής ζωής ήμών έν ειρήνη καί μετανοία έκτελέσαι, παράσχου Κύριε.


(ΜΕΡΟΣ ΒΗΤΑ)

(ΤΟ ΣΥΜΒΟΛΟ ΤΗΣ ΠΙΣΤΕΩΣ)
Α)Πιστεύω εις ένα Θεόν, Πατέρα, παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων .
Β)Και εις ένα Κύριον Ιησούν Χριστόν, τον Υιόν τον Θεού τον μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων . Φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού, γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι” ου τα πάντα εγένετο .
Γ)Τον δι” ημάς τους ανθρώπους και δια την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών
και σαρκωθέντα εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα .
Δ)Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου και παθόντα και ταφέντα .
Ε)Και αναστάντα τη τρίτη ημέρα, κατά τας Γραφάς .
ΣΤ)Και ανελθόντα εις τους ουρανούς και καθεζόμενον εκ δεξιών του Πατρός .
Ζ)Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, ου της βασιλείας ουκ έσται τέλος .
Η)Και εις το Πνεύμα το Άγιον, το κύριον, το ζωοποιόν, το εκ του Πατρός εκπορευόμενον,
το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν δια των προφητών .
Θ)Εις μίαν, αγίαν, καθολικήν και άποστολικήν Εκκλησίαν .
Ι)Ομολογώ εν βάπτισμα εις άφεσιν αμαρτιών .
ΙΑ)Προσδοκώ ανάστασιν νεκρών .
ΙΒ)Και ζωήν του μέλλοντος αιώνος .Αμήν .

Υπεραγία Θεοτόκε, σώσον ημάς, μόνη αγνή, μόνη ευλογημένη.

Άξιον εστίν, ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και Μητέρα του Θεού ημών.Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον,σέ μεγαλύνομεν.

Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι καὶ ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε. Τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ᾽ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
      Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν,
              ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

(ΜΕΡΟΣ Γ)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

(Ψαλμός Ν΄ 50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

(Ψαλμός ΞΘ΄ 69)
Ο Θεός, εις την βοήθειαν μου πρόσχες• Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου• αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοι μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντες μοι Εύγε, εύγε! Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντες σε, ο Θεός και λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριον σου. Εγώ δε πτωχός ειμί και πένης• ο Θεός, βοήθησον μοι• βοηθός μου και ρύστης μου ει συ, Κύριε• μη χρονίσης.

(Ψαλμός ΡΜΒ΄ 142)
Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησιν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου• και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιον σου πας ζων. ΄Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου• εταπείνωσεν εις γην την ζωήν μου, εκάθισε με εν σκοτεινοίς ως νεκρούς αιώνος• και ηκηδίασεν επ΄ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου• η ψυχή μου ως γη άνυδρος σοι. Ταχύ εισάκουσον μου, Κύριε• εξέλιπε το πνεύμα μου. Μή αποστρέψης το πρόσωπον σου απ΄ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοι το πρωί το έλεος σου, ότι επί σοι ήλπισα• Γνώρισον μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε• προς σε κατέφυγον• δίδαξον με του ποιείν το θέλημα σου, ότι συ εί ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία• ένεκεν του ονόματος σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου• και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου είμι.

(ΔΟΞΟΛΟΓΙΑ)
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνετισόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Άγιε· φωτισόν με τοις δικαιώμασί Σου. Κύριε, το έλεός Σου εις τον αιώνα, τα έργα των χειρών Σου μη παρίδης. Σοι πρέπει αίνος, Σοι πρέπει ύμνος, Σοι δόξα πρέπει, τω Πατρί, και τω Υιώ, και τω Αγίω Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

(Ευχή εις την Αγία Τριάδα)
Δόξα σοι ο Θεός ημών δόξα σοι. Δόξα σοι Κύριος ο Θεός ημών, ο αεί παρορών τας αμαρτίας ημών. Δόξα σοι Κύριε ο Θεός ημών, ο καταξίωσας με και την σήμερον θεάσασθαι. Δόξα Σοί Παναγία Τριάς ο Θεός ημών. Προσκυνώ την αγαθότητά σου την ανεκδιήγητον, Υμνώ την μακροθυμία σου την ανεξιχνίαστον. Ευχαριστώ και δοξολογώ το αμέτρητον σου έλεος, ότι μυρίων κολάσεων και τιμωριών όντα άξιον, ελεείς και ευεργετείς με μυρίαις ευεργεσίαις. Δόξα σοι Κύριε ο Θεός ημών πάντων ένεκα.

(ευχή του Αγίου Ευστρατίου)
Μεγαλύνων μεγαλύνω σε, Κύριε, ότι επείδες επί την ταπείνωσίν μου και ου συνέκλεισάς με εις χείρας εχθρών, αλλ' έσωσας εκ των αναγκών την ψυχήν μου.
Καί νυν, Δέσποτα, σκεπασάτω με η χείρ σου και έλθοι επ' εμέ το έλεός σου, ότι τετάρακται η ψυχή μου και κατώδυνός εστιν εν τω εκπορεύεσθαι αυτήν εκ του αθλίου μου και ρυπαρού σώματος τούτου, μη ποτε η πονηρά του αντικειμένου βουλή συναντήση και παρεμποδίση αυτήν, διά τας εν αγνοία και γνώσει εν τω βίω τούτω γενομένας μοι αμαρτίας.
Ίλεως γενού μοι, Δέσποτα, και μη ιδέτω η ψυχή μου την ζοφεράν και σκοτεινήν όψιν των πονηρών δαιμόνων, αλλά παραλαβέτωσαν αυτήν Άγγελοί σου φαιδροί και φωτεινοί.
Δος δόξαν τω ονόματί σου τω αγίω, και τη ση δυνάμει ανάγαγέ με εις το θείόν σου βήμα. Εν τω κρίνεσθαί με μη καταλάβοι με η χείρ του άρχοντος του κόσμου τούτου εις το κατασπάσαι με τον αμαρτωλόν εις βυθόν Άδου, αλλά παράστηθί μοι, και γενού μοι σωτήρ και αντιλήπτωρ. ‘Ελέησον, Κύριε, τήν ρυπωθεϊσαν τοϊς πάθεσι τού βίου ψυχήν μου καί καθαράν αύτήν διά μετανοίας καί έξομολογήσεως πρόσδεξαι• ότι εύλογητός ει εις τούς αιώνας τών αιώνων. Άμήν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
και νύν και αεί
και εις τους αιώνας των αιώνων. Αμήν. Κύριε, ελέησον (3 φορές)

Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ

(εδώ υποβάλουμε τα αιτήματα μας  προς τον Θεό είτε με την παρακάτω μορφή είτε με την προσθήκη μιας μικρής προσευχής ειδικής ανάλογα με αυτό που θέλουμε να ζητήσουμε από το ψαλτήριο και στο τέλος του ψαλμού υποβάλουμε το αίτημα μας, επίσης αντί κάποιου ψαλμού μπορεί να χρησιμοποιήσουμε κάποια προσευχή υπέρ υγείας ή άλλου ειδικού σκοπού και πάλι στο τέλος της προσευχής να θέσουμε το αίτημα μας, επίσης αν δεν θέλουμε να ζητήσουμε κάτι για εμάς μπορούμε να βάλουμε μια μικρή προσευχή για κάποιον που αγαπάμε και χρειάζεται βοήθεια από τον Θεό )

Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με τον αμαρτωλό και διαφύλαξέ με από όλους τους εχθρούς και όλους τους κινδύνους
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με την αμαρτωλή και διαφύλαξέ με από όλους τους εχθρούς και όλους τους κινδύνους
Ή
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με τον αμαρτωλό και αξίωσε με να διαφύγω σώος και αρτιμελής  από όλους τους εχθρούς και όλους τους κινδύνους
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με την αμαρτωλή και αξίωσε με να διαφύγω σώα και αρτιμελής  από όλους τους εχθρούς και όλους τους κινδύνους


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου