Δευτέρα 26 Δεκεμβρίου 2016

ΜΕΣΗΜΒΡΙΝΗ ΠΡΟΣΕΥΧΗ



ΜΕΣΗΜΒΡΙΝΗ ΠΡΟΣΕΥΧΗ

Η προσευχή που ακολουθεί είναι για ενήλικους και χωρίζεται σε τρία μέρη αν δεν έχουμε το χρόνο να τα διαβάσουμε και τα τρία μπορούμε να διαβάσουμε μόνο το πρώτο και να υποβάλουμε τα αιτήματα μας ή τα πρώτα δύο μέρη, πάντως καλό είναι να ξεκινήσουμε με το πρώτο μέρος μόνο και αν δούμε ότι μπορούμε άνετα να το κάνουμε αυτό μόλις σηκωθούμε το πρωί τότε συνεχίζουμε και με τα υπόλοιπα



ΜΕΡΟΣ Α΄

Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
ελεησόν με τον αμαρτωλό.     (12 ή 3 φορές κάνοντας το Σταυρό μας σε κάθε στίχο)

Εἰς τό όνομα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος. Ἀμήν.
Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι.

(Ψαλμός ΝΓ΄. 53)
Ο Θεός εν τω ονόματι σου σώσον με και εν τη δυνάμει σου κρινείς με. Ο Θεός, εισάκουσον της προσευχής μου, ενώτισαι τα ρήματα του στόματος μου. ΄Οτι αλλότριοι επανέστησαν επ΄εμέ και κραταιοί εζήτησαν την ψυχήν μου και ού προέθεντο τον Θεόν ενώπιον αυτών. Ιδού γαρ ο Θεός βοηθεί μοι και ο Κύριος αντιλήπτωρ της ψυχής μου. Αποστρέψει τα κακά τοις εχθροίς μου, εν τη αληθεία σου εξολόθρευσον αυτούς. Εκουσίως θύσω σοι, εξομολογήσομαι τω ονόματι σου, Κύριε, ότι αγαθόν. ΄Οτι εκ πάσης θλίψεως ερρύσω με και εν τοις εχθροίς μου επείδεν ο οφθαλμός μου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αλληλούια (3 φορες).

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

‘Ο ἐν έκτη ἡμέρα τε καί ώρα τω Σταυρῶ προσηλώσας τήν ἐν τω Παραδείσῳ τολμηθεῖσαν τω ‘Αδάμ ἁμαρτίαν, καί τῶν πταισμάτων ἡμῶν τό χειρόγραφον διάρρηξον, Χριστέ ὁ Θεός, καί σῶσον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὅτι οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε. Πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθών ὑπὲρ ἡμῶν καταδεξάμενος.

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί Σου, Κύριε, ὅτι ἑπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεός,ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός Σου. Κύριε, ῥῦσαι ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνοματός σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι·

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν, Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός.
Βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ. Όθεν εὐχαρίστως βοῶμέν Σοι, χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(Θεοτόκιον)
Ευσπλαχνίας υπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ημάς Θεοτόκε. Βλέψον εις λαόν τον ἁμαρτήσαντα, δεῖξον ως αεί την δυναστείαν σου. Εις σε γάρ ἐλπίζοντες, το Χαίρε βοῶμεν σοι, ως πότε ο Γαβριήλ, ο των ασωμάτων αρχιστράτηγος.

(Σταυροθεοτοκίον. Ηχος β΄)
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε. Διὰ γὰρ τοῦ σταυροῦ τοῦ Υἱοῦ σου κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε. Νεκρωθέντες ἀνέστημεν καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες, δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.


(ΕΥΧΗ του Μεγάλου Βασιλείου)
Θεέ καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους Σου τὸν μονογενῆ Σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους∙ Αὐτὸς, Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας καὶ ἱκετηρίους ἐντεύξεις καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου Σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷ πόθῳ Σου τρῶσον ἡμῶν τὰς ψυχάς, ίνα, πρὸς Σὲ διὰ παντὸς ἀτενίζοντες καὶ τῷ παρὰ Σοῦ φωτὶ ὁδηγούμενοι, Σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν Σοι τὴν ἐξομολόγησιν καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί σὺν τῷ μονογενεῖ Σου Υἱῷ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου καὶ σταύρωσιν ὑπομείνας, Ἀγαθέ. Ο θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου. Δεῖξον τὴν φιλανθρωπίαν Σου, Ελεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον (3 φορές).

Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ

Δι' ευχών των Αγίων Πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός ημών,
ελέησον και σώσον ημάς. Αμήν.

ΜΕΡΟΣ Β΄

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χορός αγίων Αγγέλων καί Αρχαγγέλων, μετά πασῶν των ἐπουρανίων Δυνάμεων, υμνεί Σε και λέγει∙ Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ο ουρανός και η γη της δόξης Σου.
Άνες, ἄφες, συγχώρησον, ο Θεός, τα παραπτώματα ἡμῶν, τα εκούσια και τα ακούσια, τα εν ἔργῳ και λόγῳ,τα εν γνώσει και ἀγνοίᾳ, τα εν νυκτὶ και ἡμέρα, τα κατά νουν και διάνοιαν, τα πάντα ἡμῖν συγχώρησον, ως ἀγαθός και φιλάνθρωπος.

 Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (3 φορές κάνοντας το Σταύρο μας κάθε φορά     ).

Δόξα Πατρί και Υἱῷ και Αγίω Πνεύματι∙ και νῦν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταῖς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ἡμῖν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματος Σου.
Κύριε, ελέησον∙ Κύριε, ελέησον∙ Κύριε ελέησον.

Δόξα Πατρί και Υἱῷ και Ἁγίῳ Πνεύματι∙ και νῦν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ότι σού ἐστίν η βασιλεία και η δύναμης και η δόξα, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νῦν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Κύριε, ελέησον∙ (12 φορές)

(ΕΥΧΗ)
Παναγία Τριάς, το ὁμοούσιον κράτος, η αδιαίρετος βασιλεία, ή πάντων των αγαθών αιτία, εὐδόκησον δή και ἐπ’ ἐμοί τω ἁμαρτωλῷ. Στήριξον, συνέτισον την καρδίαν μου και πάσαν περιέλε μου την βεβηλότητα. Φώτισόν μου την διάνοιαν, ίνα διά παντός δοξάζω, υμνώ, προσκυνώ και λέγω∙ Εις Ἅγιος, εις Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.

Δόξα Πατρί και Υἱῷ και Ἁγίῳ Πνεύματι∙ και νῦν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

(Ψαλμός ϟ' 90)
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.  Έρεῖ τῷ Κυρίῳ· Αντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν,  ὅτι αὐτὸς ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.  Εν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.  Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας,  ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.  Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·  Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ότι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Οτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Επὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Έπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Οτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Δόξα Πατρί και Υἱῷ και Ἁγίῳ Πνεύματι∙
και νῦν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. Αλληλούια (3 φορές).
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον

Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, ( κάνουμε το Σταυρό μας      )
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ( κάνουμε το Σταυρό μας       )
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. (κάνουμε το Σταυρό μας       )

ΜΕΡΟΣ Γ΄

(Ψαλμός ΡΒ' 102)
Ευλόγει η ψυχή μου, τον Κύριον και πάντα τα εντός μου το όνομα το άγιον αυτού. Ευλόγει η ψυχή μου τον Κύριον και μή επιλανθάνου πάσας τας ανταποδόσεις αυτού. Τον ευϊλατεύοντα πάσας τας ανομίας σου, τον ιώμενον πάσας τας νόσους σου. Τον λυτρούμενον εκ φθοράς την ζωήν σου, τον στεφανούντα σε εν ελέει και οικτιρμοίς. Τον εμπιπλώντα εν αγαθοίς την επιθυμίαν σου, ανακαινισθήσεται ως αετού η νεότης σου. Ποιών ελεημοσύνας ο Κύριος και κρίμα πάσι τοις αδικουμένοις. Εγνώρισε τας οδούς αυτού τω Μωϋσή, τοις υιοίς Ισραήλ τα θελήματα αυτού. Οικτίρμων και ελεήμων ο Κύριος, μακρόθυμος και πολυέλεος• ουκ εις τέλος οργισθήσεται, ουδέ εις τον αιώνα μηνιεί. Ού κατά τας ανομίας ημών εποίησεν ημίν, ουδέ κατά τας αμαρτίας ημών ανταπέδωκεν ημίν. Ότι κατά το ύψος του ουρανού από της γης εκραταίωσε Κύριος το έλεος αυτού επί τους φοβουμένους αυτόν. Καθόσον απέχουσιν ανατολαί από δυσμών, εμάκρυνεν αφ΄ ημών τας ανομίας ημών. Καθώς οικτείρει πατήρ υιούς, ωκτείρησε Κύριος τους φοβουμένους αυτόν, ότι αυτός εγνω το πλάσμα ημών, εμνήσθη ότι χούς έσμεν. ΄Ανθρωπος, ωσεί χόρτος αι ημέραι αυτού, ωσεί άνθος του αγρού ούτως εξανθήσει. Ότι πνεύμα διήλθεν εν αυτώ και ούχ υπάρξει και ουκ επιγνώσεται έτι τον τόπον αυτού. Το δε έλεος του Κυρίου από του αιώνος και έως του αιώνος επί τους φοβουμένους αυτόν. Και η δικαιοσύνη αυτού επί υιοίς υιών, τοις φυλάσσουσι την διαθήκην αυτού και μεμνημένοις των εντολών αυτού του ποιήσαι αυτάς. Κύριος εν τω ουρανώ ητοίμασε τον θρόνον αυτού και η βασιλεία αυτού πάντων δεσπόζει. Ευλογείτε τον Κύριον, πάντες οι άγγελοι αυτού, δυνατοί ισχύϊ ποιούντες τον λόγον αυτού, του ακούσαι της φωνής των λόγων αυτού. Ευλογείτε τον Κύριον, πάσαι αι δυνάμεις αυτού, λειτουργοί αυτού οι ποιούντες το θέλημα αυτού. Ευλογείτε τον Κύριον, πάντα τα έργα αυτού, εν παντί τόπω της δεσποτείας αυτού• ευλόγει η ψυχή μου, τον Κύριον.

(ΕΥΧΗ εις την Υπεραγίαν ΘΕΟΤΟΚΟΝ)
(Νεοφύτου Πατριάρχου)
Παναγία Δέσποινα Θεοτόκε, του κόσμου Κυρία, το καύχημά μου, η ἐλπίς μου, η καταφυγή μου, η προστασία μου, η σκέπη, η παραμυθία, το αγαλλίαμά σου. Κυριευθέντα με υπό πολλών πταισμάτων, ελέησον και δεῖξον τα φιλάνθρωπά σου σπλάχνα εις ἐμέ τον ἁμαρτωλόν και παμβέβηλον. Η το φως το ἀληθινόν τεκοῦσα, φώτισον τους νοητούς οφθαλμούς της καρδίας μου. Η την πηγήν της αθανασίας κυήσασα, ζοωποίησόν με τον τεθανατωμένον τη αμαρτία. Η αγαθή του αγαθού, η   φιλάνθρωπος του φιλανθρώπου, η ελεήμων του ελεήμονος και πανοικτίρμονος Θεού Μήτηρ, δὸς κατάνυξιν και συντριβήν εν τη καρδία μου και ἀνάκλησιν εν ταῖς αἰχμαλωσίαις των διαλογισμών μου. Και δώρησαί μοι κατώδυνον και ἐπίπονον διάνοιαν εν τη παρούσῃ δοξολογία σου και παράσχου μοι δάκρυα μετανοίας και κατανύξεως, εις το ὑμνεῖν και δοξάζειν το Πανάγιον όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Δόξα Πατρί και Υἱῷ και Ἁγίῳ Πνεύματι
και νῦν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. Κύριε ἐλέησον (3 φορές).

Κύριε ημών Ιησού Χριστέ,
Υιέ  Θεού,
Δὸς ἡμῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ

(εδώ υποβάλουμε τα αιτήματα μας  προς τον Θεό είτε με την παρακάτω μορφή είτε με την προσθήκη μιας μικρής προσευχής ειδικής ανάλογα με αυτό που θέλουμε να ζητήσουμε από το ψαλτήριο και στο τέλος του ψαλμού υποβάλουμε το αίτημα μας, επίσης αντί κάποιου ψαλμού μπορεί να χρησιμοποιήσουμε κάποια προσευχή υπέρ υγείας ή άλλου ειδικού σκοπού και πάλι στο τέλος της προσευχής να θέσουμε το αίτημα μας, επίσης αν δεν θέλουμε να ζητήσουμε κάτι για εμάς μπορούμε να βάλουμε μια μικρή προσευχή για κάποιον που αγαπάμε και χρειάζεται βοήθεια από τον Θεό )

Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με τον αμαρτωλό και διαφύλαξέ με από όλους τους εχθρούς και όλους τους κινδύνους
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με την αμαρτωλή και διαφύλαξέ με από όλους τους εχθρούς και όλους τους κινδύνους
Ή
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με τον αμαρτωλό και αξίωσε με να διαφύγω σώος και αρτιμελής  από όλους τους εχθρούς και όλους τους κινδύνους
Κύριε ημών Ιησού Χριστέ, Υιέ  Θεού, ελεησόν με την αμαρτωλή και αξίωσε με να διαφύγω σώα και αρτιμελής  από όλους τους εχθρούς και όλους τους κινδύνους


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, (κάνουμε το Σταυρό μας       )
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν,( κάνουμε το Σταυρό μας       )
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.            (κάνουμε το Σταυρό μας       )




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου